Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.109.3 Hdt. 1.111.1 (English) >>Hdt. 1.111.5

1.110.2 αἱ δὲ ὑπώρεαί εἰσι τῶν ὀρέων, ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ βουκόλος, πρὸς βορέω τε ἀνέμου τῶν Ἀγβατάνων καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου· ταύτῃ μὲν γὰρ Μηδικὴ χώρη πρὸς Σασπείρων ὀρεινή ἐστι κάρτα καὶ ὑψηλή τε καὶ ἴδῃσι συνηρεφής, δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος. 1.110.3 ἐπεὶ ὦν βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο, ἔλεγε Ἅρπαγος τάδε· “κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐς τὸ ἐρημότατον τῶν ὀρέων, ὅκως ἂν τάχιστα διαφθαρείη· καὶ τάδε τοι ἐκέλευσε εἰπεῖν, ἢν μὴ ἀποκτείνῃς αὐτὸ ἀλλὰ τεῷ τρόπῳ περιποιήσῃς, ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι. ἐπορᾶν δὲ ἐκκείμενον τέταγμαι ἐγώ.”

ch. 111 1.111.1 ταῦτα ἀκούσας βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ἤιε τὴν αὐτὴν ὀπίσω ὁδὸν καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν. τῷ δʼ ἄρα καὶ αὐτῷ γυνή, ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην, τότε κως κατὰ δαίμονα τίκτει οἰχομένου τοῦ βουκόλου ἐς πόλιν. ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι, μὲν τοῦ τόκου τῆς γυναικὸς ἀρρωδέων, δὲ γυνὴ τι οὐκ ἐωθὼς Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα. 1.111.2 ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα γυνὴ εἴρετο προτέρη τι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο. δὲ εἶπε· “ γύναι, εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα τὸ μήτε ἰδεῖν ὄφελον μήτε κοτὲ γενέσθαι ἐς δεσπότας τοὺς ἡμετέρους. οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο, ἐγὼ δὲ ἐκπλαγεὶς ἤια ἔσω.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.109.3 Hdt. 1.111.1 (English) >>Hdt. 1.111.5

Powered by PhiloLogic